Τετάρτη, 26 Μαρτίου 2014

ΙΕΡΟΛΟΓΙΑΙΣ ΙΕΡΑΙΣ

Ἱερολογίαις ἱεραῖς σε, λαὸς ἱερὸς ὑμνεῖ γηθόμενος· σὺ γὰρ τὸν παναίτιον, Λόγον σωματούμενον, τὸ καθ' ἡμᾶς Ἀρχάγγελε, τῇ ἐξ ἡμῶν προσφωνεῖς, Παρθένῳ ὑπέρ νοῦν τε καὶ λόγον· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νοῒ τῷ μεγάλῳ τε καὶ πρώτῳ, ἀΰλως Ἀρχάγγελε ἑνούμενος, στόματι πυρίνῳ σου, μέλπεις τὸ μελῴδημα, τὸ φοβερόν, ὃ μέλπουσι, πάντων Ἀγγέλων χοροί· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Εὐκλείαις σαφῶς πεποικιλμένος, ταῖς θείαις διέρχῃ τὰ οὐράνια, εἶτα τὰ ἐπίγεια, ἐκπληρῶν ὡς ἄϋλος, τὰ ἱερὰ θελήματα, Χριστοῦ τοῦ πάντων Θεοῦ, Ἀγγέλων Γαβριήλ Ἀρχηγέτα, κλέος τῶν ἐν πίστει, ἀεὶ σε εὐφημούντων.

Σαρκὶ καθ' ὑπόστασιν ὁ Λόγος, ἀνθρώποις προσομιλῆσαι προελόμενος, ἔσχε σε προτρέχοντα, καὶ προετοιμάζοντα τὸ ἱερὸν παλάτιον, ὦ Ἱερὲ Γαβριήλ, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.