Τρίτη, 4 Μαρτίου 2014

Ο ΕΝ ΤΩ ΟΡΕΙ ΤΩ ΜΩΣΕΙ

«Ὁ ἐν τῷ ὄρει τῷ Μωσεῖ συλλαλήσας, καὶ τύπον τῆς Παρθένου τὴν βάτον δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Δι' ἐγκρατείας ἀναβάντες πρὸς ὄρος, ἐνθέου πολιτείας καὶ σωφροσύνης, τὸν φωτοδότην Κύριον, νοητῶς ἐνοπτρισώμεθα.

Ἐν ἀκηράτοις ἀρετῶν παραδείσοις, χορεύσας θεοφόρε, ἄνθη θαυμάτων, ἐδρέψω πᾶσιν ἄφθονον, τούτων χάριν δωρούμενος.

Τὴν κατ' εἰκόνα θεοφόρε ἀξίαν φυλάττων, φοβερὸς ἀνημέροις θηρσίν, ἐδείχθης ᾄδων ἀπαύστως τῷ Θεῷ εὐχαριστήρια.