Παρασκευή, 21 Φεβρουαρίου 2014

Ο ΣΤΕΓΑΖΩΝ ΕΝ ΥΔΑΣΙ

«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ κτίστῃ εἰς τοὺς αἰῶνας».

Παθοκτόνος γεγένησαι, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου Πάτερ τῆς ἀγρυπνίας, ἀναβάσεις ἀεί, ἀρετῶν Ὅσιε, μελετῶν ἐν καρδίᾳ, καὶ ἐκ δόξης βαίνων ἐπὶ δόξαν, τῆς ἀτελευτήτου, ζωῆς καὶ ἀφθαρσίας.

Ὡς θυμίαμα Ὅσιε, τὰς προσευχάς σου Θεῷ, τῷ καθαρωτάτῳ, σὺ προσενέγκας καθαρᾶς ἐκ ψυχῆς, θείαν ἐνέργειαν, παρ᾽ αὐτοῦ ἐκομίσω τῶν θαυμάτων, δαίμονας ἐλαύνειν, καὶ τὰς τῶν ἀνθρώπων ἰᾶσθαι ἀσθενείας.

Μισοπόνηρος ἄκακος, καὶ συμπαθὴς καὶ πραΰς, καὶ δικαιοσύνῃ κεκοσμημένος, Πάτερ γέγονας, ὅσιος, ἄμεμπτος, ἀπεχόμενος πάσης ἀδικίας, στῦλος Μοναζόντων· ὅθεν σε τιμῶμεν, Πιστοὶ εἰς τοὺς αἰῶνας.