Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 21 Ιανουαρίου 2014

ΑΝΟΙΞΟΝ ΜΟΥ ΤΑ ΧΕΙΛΗ

Ἀνοιξόν μου τὰ χείλη, ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ δὸς μοι θείαν χάριν ἑλκύσαι, τοῦ ἀξίως ὑμνῆσαι Χριστέ, τὸν κηρύξαντά σε ἐν δυσὶ φύσεσιν, ἐξόχως ὑπὲρ ἅπαντας· πρὸς ὃν καὶ ἐκφωνῶ τοιαῦτα,
Χαῖρε, φωστὴρ καταυγάζων κόσμον, χαῖρε, λιμὴν τῶν ἐν ζάλῃ βίου.
Χαῖρε, Μοναζόντων λαμπτὴρ διαυγέστατος, χαῖρε, τῶν Μαρτύρων τὸ κλέος καὶ στήριγμα.
Χαῖρε, ὄντως ἐγκαλλώπισμα Ἐκκλησίας καὶ στολή, χαῖρε, ἔρεισμα τῆς Πίστεως, καὶ ἀσάλευτος κρηπίς.
Χαῖρε, ὅτι καθεῖλες τῶν αἱρέσεων θράσος, χαῖρε, ὅτι προθύμως πρὸς Χριστὸν μέλη τέμνῃ.
Χαῖρε, χαρὰ τῶν πίστει τιμώντων σε, χαῖρε, χαρᾶς πληρῶν τοὺς ποθοῦντάς σε.
Χαῖρε, πολλοὺς τοῦ Βελίαρ λυτρώσας, χαῖρε, Πιστοὺς τῷ Θεῷ προσενέγκας.
Χαῖρε, Κήρυξ τῆς Πίστεως.