Σάββατο, 28 Δεκεμβρίου 2013

ΦΕΡΕΙΣ ΑΔΑΜΙΑΙΑΝ ΜΟΡΦΗΝ, Ο ΕΝ ΜΟΡΦΗ ΘΕΟΥ ΥΠΑΡΧΩΝ

Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων παντέλειος, καὶ θέλεις χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου· Ἁγνὴ ἡ πανάμωμος, προσεφθέγγετο λέγουσα. Πῶς σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον, πῶς θηλάσω σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω σου; πῶς σε Υἱόν μου καλέσω, δούλη σου νῦν χρηματίζουσα; Ὑμνῶ εὐλογῶ σε, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Βρέφος σωματωθὲν ἐξ αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα, χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο· αὐτῷ, Θεὲ ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι, τῆς ἀμέτρου πτωχείας σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρεῖ σε τεχθέντα, καὶ Παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος.

Ταῦτα ἱκετικῶς ἡ Σεμνή, θαμβητικῶς τε φθεγγομένη ἀκήκοε, τῶν Μάγων πρὸ τοῦ Σπηλαίου, παρισταμένη ὁμοῦ, καὶ πρὸς τούτους ἔφη· Τίνα θέλετε; ὑμεῖς, ὡς ὁρῶ γάρ, ἀλλοδαπῆς χώρας ἤλθετε, Περσῶν τὸ σχῆμα, οὐ τὸ φρόνημα ἔχοντες, ξένην ἄφιξιν, καὶ πορείαν πεποίησθε· καὶ πρὸς τὸν ξενιτεύσαντα, ἐξ ὕψους καὶ ξένως μοι, ἐνοικισθέντα ὡς οἶδε, μετὰ σπουδῆς παρεγένεσθε, αὐτὸν προσκυνῆσαι, τὸν δωρούμενον τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.