Σάββατο, 21 Δεκεμβρίου 2013

ΣΙΩΝ ΠΑΝΗΓΥΡΙΖΕ

Σιὼν πανηγύριζε, Ἱερουσαλὴμ εὐφραίνου, Πόλις Χριστοῦ τοῦ Θεοῦ, ὑπόδεξαι τὸν Κτίστην, ἐν Σπηλαίῳ καὶ Φάτνῃ χωρούμενον· ἀνοίξατέ μοι πύλας, εἰσελθὼν ἐν αὐταῖς, ὄψομαι τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τῇ δρακὶ συνέχοντα τὴν κτίσιν, ὃν ὑμνοῦσιν Ἄγγελοι, ἀκαταπαύστῳ φωνῇ· Ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

Πάντων τῶν Προφητῶν, αἱ προρρήσεις πληροῦνται· ὁ Χριστὸς γὰρ γεννᾶται, ἐν Βηθλεὲμ τῇ πόλει, ἐκ τῆς ἁγνῆς θεόπαιδος.

Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Δόξα τῶν γηγενῶν, καὶ καύχημα καὶ κλέος, Βηθλεὲμ ἡ τιμία, μητρόπολις ἡ θεία, ὑπόδεξαι τὸν Κτίστην σου.

Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου.

Λόγος ὁ τοῦ Πατρός, δι' οὗ τὸ πᾶν ὑπέστη, ἀπαθῶς καὶ ἀρρεύστως, ὑπόστασις ὁρᾶται, μία ἐκ δύο φύσεων.

Ἡ πόλις Βηθλεέμ, εὐτρέπισον τῷ Κτίστῃ, τὸ Σπήλαιον, τὴν Φάτνην, τὰ σπάργανα· ἐν σοὶ γάρ, τεχθῆναι παραγίνεται.