Κυριακή, 1 Δεκεμβρίου 2013

ΗΣΑΪΑ ΧΟΡΕΥΕ, Η ΠΑΡΘΕΝΟΣ

«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Ἐπὶ γῆς ἰσάγγελον, πολιτείαν ἔσχες ἀληθῶς, καὶ νῦν ἐν τοῖς οὐρανοῖς, σὺν Ἀγγελικαῖς, χορείαις ἐσκήνωσας, περὶ τὸ φῶς τὸ τρισσοφεγγές, οὗ ἐμφορούμενος, ἐποπτεύεις τοὺς ὑμνοῦντάς σε.

Σὲ Θεῷ προσάγομεν, ὑπὲρ κόσμου, Μάκαρ πρεσβευτήν, δυσώπησον ἐκτενῶς τῇ προφητικῇ, παρρησίᾳ χρώμενος, δοῦναι πιστοῖς ἀγαθοπρεπῶς, τὴν διαμένουσαν, αἰωνίαν ἀπολύτρωσιν.