Τρίτη, 17 Δεκεμβρίου 2013

ΤΗΝ ΑΒΡΑΑΜ ΕΥΓΕΝΕΙΑΝ

Τὴν Ἀβραὰμ εὐγένειαν, διασώζειν σπουδάζοντες, τὴν οἰκειοτάτην, πρὸς αὐτὸν ἐκτήσασθε, κρηπῖδα τῆς πίστεως, καὶ τῆς ἐλπίδος ὅσιοι, καὶ ὑπομονήν, καὶ πειρασμῶν καρτερίαν, βοῶντες ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Οἱ ὡς φωστῆρες λάμποντες, καὶ τὴν γῆν οὐρανώσαντες, καὶ τῆς εὐσεβείας, φωτισμῷ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν ᾄδουσι, σοὶ τῷ εὐεργέτῃ καὶ Δεσπότῃ τῶν ὅλων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεανικῶς οἱ σβέσαντες, ἐπηρμένην τὴν κάμινον, καὶ τὰς τῶν λεόντων, ἀκωκὰς πεδήσαντες, Δαυῒδ οἱ ἀπόγονοι, νῦν γεγηθότες, ψάλλουσι· Τὸν ἐκ πειρασμῶν, ἐκσεσωκότα Δεσπότην· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς παντας τοὺς αἰῶνας.