Κυριακή, 1 Δεκεμβρίου 2013

ΣΟΙ ΤΩ ΠΑΝΤΟΥΡΓΩ, ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΠΑΙΔΕΣ

«Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἄϋλον αὐγήν, τῆς ἀρχικῆς Τριάδος, Προφῆτα θεώμενος, μέλπεις γηθόμενος. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἱεροπρεπῶς, τὴν ἱεράν σου μνήμην, Προφῆτα θεσπέσιε, τιμῶντες ψάλλομεν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.