Τετάρτη, 11 Δεκεμβρίου 2013

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΝΙΗΛ ΤΟΥ ΣΤΥΛΙΤΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.
Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.
Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.
Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.
Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.
Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία
Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.