Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 20 Νοεμβρίου 2013

ΣΩΜΑ ΚΑΙ ΝΟΥΝ, ΚΑΙ ΨΥΧΗΝ ΕΚΑΘΗΡΑΣ

Σῶμα καὶ νοῦν, καὶ ψυχὴν ἐκάθηρας, τῇ ἀφαιρέσει τῶν παθῶν, Ἱεράρχα Πρόκλε σοφέ· ὅθεν ἐδογμάτισας, σῶμα καὶ ψυχὴν καὶ νοῦν, τὸν ἐκ Παρθένου τεχθέντα Θεόν, δίχα τροπῆς διὰ τὸ σῶσαι, ἡμᾶς ἀναδεξάμενον.

Πῦρ νοητόν, ταῖς φρεσὶν ἀνάψας σου, τὴν φρυγανώδη καὶ σαθράν, Νεστορίου τοῦ δυσσεβοῦς, αἵρεσιν κατέφλεξας· ὅθεν σοῦ δεόμεθα, τὰς φρυγανώδεις ἡμῶν ἡδονάς, ταῖς πρὸς Θεὸν ἱκεσίαις, συμφλέξας ἀποκάθαρον.

Σὺ πρὸς Χριστόν, κεκτημένος Ἅγιε, τὴν παρρησίαν τοὺς ἐν γῇ, εὐφημοῦντας μελῳδικῶς, μνήμην σου τὴν ἔνδοξον, πάσης περιστάσεως, ἐκλυτρωθῆναι ἱκέτευε, τόν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν Πρόκλε θεσπέσιε.