Τρίτη, 12 Νοεμβρίου 2013

ΑΡΕΤΗΣ ΑΝΤΕΙΧΟΥ

Ἀρετῆς ἀντείχου τῆς τελείας, ἀγαθῶν τὸ πρῶτον ἀγαπήσας, καὶ ταῖς αὐτοῦ νῦν ἀστραπαῖς, λαμπόμενος κραυγάζεις· Τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Γνωστικὴν πλουτήσας ἐπιστήμην, πρακτικῆς ἐπέβης εὐδοξίας, τῆς χάριτος μαρμαρυγάς, ἐκπέμπων τοῖς βοῶσι· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Κοσμικοὺς θορύβους ἀποδράσας, ἡσυχίας ὅρμῳ προσωρμίσθης, καὶ τῶν παθῶν τὰς προσβολάς, ἐνέκρωσας κραυγάζων· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.