Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 22 Νοεμβρίου 2013

ΤΟΝ ΕΝ ΚΑΜΙΝΩ ΤΟΥ ΠΥΡΟΣ

Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλῶνι τους Παῖδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Λόγον ὡς λύχνον φαεινόν, ἐπανάπτοντα, τῇ σῇ καρδίᾳ φέρων, τοὺς τὸ πρὶν ἐσβεσμένους, καὶ ἐν σκοτίᾳ πολλῇ, κειμένους ἀγνωσίας Ἔνδοξε, πρὸς θεογνωσίας ἐξήγειρας ἡμέραν.

Ἡ ἱερά σου πρὸς Θεόν, ἐκδημία ἱεραῖς ἐμεγαλύνθη, προπομπαῖς Ἀποστόλων, καὶ ἀσωμάτων Νόων, ὧν ἔσχες ἐν γῇ τὸ πολίτευμα, ὡς ἱερομύστης, Φιλῆμον θεηγόρε.

Μύρον ἡδύπνοον σαφῶς, ἀποστάξας ἱερῶν θαυμάτων μάκαρ, εὐωδίασας φρένας, καὶ λογισμοὺς εὐσεβεῖς, καὶ πάθη δυσώδη ἀπήλασας, τῶν ὑπερυψούντων, Χριστὸν σοφὲ Φιλῆμον.

Οἷα ἀστέρες φαεινοί, στερεώματι ἀεὶ τῆς Ἐκκλησίας, διαπρέπουσιν ἅμα, Ἄρχιππος ὁ θαυμαστός, Ἀπφία, Φιλήμων, Ὀνήσιμος, καὶ τὰς διανοίας, ἡμῶν φωταγωγοῦσι.