Τρίτη, 12 Νοεμβρίου 2013

ΚΑΤΑΡΔΟΜΕΝΟΣ ΠΑΤΕΡ

Καταρδόμενος Πάτερ, ὑετοῖς οὐρανίοις ὤφθης πολύφορος, καρποὺς ὡραιοτάτους, προσάγων τῷ Δεσπότῃ, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητός εἶ.

Ἡ σὴ Παμμάκαρ γλῶσσα, καταρράκτας δογμάτων, ἀναπετάσσασα, αἱρέσεως τὴν πλάνην, συντόμως κατακλύζει, τοὺς πιστοὺς ἐκδιδάσκουσα· Ὁ τῶν Πατέρων βοᾶν, Θεὸς εὐλογητός εἶ.

Πολιτείαν Ἀγγέλων, μετὰ σώματος Πάτερ, ἐν γῇ ἐβίωσας, καὶ θείαις θεωρίαις, τῶν ἄνω θεαμάτων, ἐνετρύφας καὶ ἔψαλλες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.