Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 26 Ιουλίου 2013

Ο ΙΕΡΟΣ ΕΡΜΟΛΑΟΣ, ΙΕΡΩΣ ΦΩΤΙΖΟΜΕΝΟΣ, ΤΩ ΔΙ' ΕΥΣΠΛΑΓΧΝΙΑΝ

Ὁ ἱερὸς Ἑρμόλαος, ἱερῶς φωτιζόμενος, τῷ δι' εὐσπλαγχνίαν, δι' ἡμᾶς ὡς πρόβατον, τυθέντι ἀναίμακτον, θυσίαν προσενήνοχε, καὶ σφαγιασθεὶς ὑπὲρ αὐτοῦ ἑκουσίως, εὐπρόσδεκτος θυσία, προσηνέχθη κραυγάζων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νενεκρωμένος πρόσεισιν, ἀπιστίᾳ τὸ πρότερον, ὁ Παντελεήμων, καὶ τὸ ζῆν δρεψάμενος, σεπτῇ παραινέσει σου, ζωοποιῷ προσκλήσει Χριστοῦ, τὸν θανατωθέντα, ἀναστήσας πρὸς ὕψος, ἀνῆλθε μαρτυρίου, μετὰ σοῦ τὸν Σωτῆρα, δοξάζων εἰς αἰῶνας, Ἑρμόλαε τρισμάκαρ.

Ὁ Ἱερὸς Ἑρμόλαος, ὁ παμμέγιστος Ἕρμιππος, καὶ ὁ Ἑρμοκράτης, οἱ στερροὶ ἀδάμαντες, σαρκὸς οὐκ ἐφείσαντο, οὐ τοῖς γλυπτοῖς ἐπέθυσαν, θύματα δεκτὰ δέ, ἑαυτούς τῷ Δεσπότῃ, προσήγαγον βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπὸ Χριστοῦ ῥωννύμενος, ὁ θεόφρων Ἑρμόλαος, ἀποκεκρυμμένον, γενεαῖς μυστήριον, πιστοῖς ἀπεκάλυπτεν, ἐγκεκρυμμένος φόβῳ ἐχθρῶν, καὶ φανερωθείς, τὸν φανερῶς ὑπὲρ πάντων, τυθέντα Θεὸν Λόγον, καταγγέλλει καὶ θνῄσκει, καὶ ζῇ μετὰ Μαρτύρων, εἰς πάντας τοὺς αἰῶνας.