Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 23 Ιουλίου 2013

ΠΥΡ ΑΠΑΥΣΤΩΣ ΕΧΩΝ ΕΝ ΨΥΧΗ

Πῦρ ἀπαύστως ἔχων ἐν ψυχῇ, τὸ τῆς ἀγάπης Χριστοῦ, Φωκᾶ μακάριε, τὸν δρόμον ἄσχετον ἤνυσας, πρὸς αὐτὸν τὸν δι' ἀθλήσεως δι' ἧς τυχὼν τοῦ ἐφετοῦ, σὺν Ἀσωμάτοις βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἔρρει τῶν Ἑλλήνων τὰ σαθρά, πλάνης σεβάσματα, καὶ σεσιγήκασι, τῆς ματαιότητος ἅπασαι, αἱ διπλόαι καὶ τὸ ψεῦδος αὐτῶν, ἠλέγχθη γνώσει ἀληθεῖ, τῶν ἀθλοφόρων Χριστοῦ, κηρυττόντων, εἶναι σοφίαν Θεοῦ ἐνυπόστατον.

Ἰσχὺν ἀπροσμάχητον Φωκᾶ, περιζωσάμενος, Ἁγίου Πνεύματος, ἀκαταγώνιστον ἔνστασιν, καὶ ἀνδρείαν ἀπερίτρεπτον, προπολεμῶν ὑπὲρ τῆς σῆς, ποίμνης ἐνδέδειξαι, καὶ νικήσας, σὺν τοῖς Ἀγγέλοις ὑμνεῖς τὸν τῶν ὅλων Θεόν.

Χάριν θείαν ἄφθονον Χριστός, σοὶ ἐδωρήσατο, Φωκᾶ ἀοίδιμε, τοῖς ἐξαιτοῦσί σε ἅπασι, καταλλήλως παρεχόμενον, τὰς τῶν θαυμάτων δωρεάς, ἀπαύστως κράζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.