Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 30 Ιουνίου 2013

ΕΔΩΚΑΣ ΚΑΥΧΗΜΑΤΑ

Ἔδωκας καυχήματα, τῇ Ἐκκλησίᾳ φιλάνθρωπε, τοὺς σεπτοὺς Ἀποστόλους, σου ἐν ᾗ ὑπερλάμπουσι νοητοὶ φωστῆρες, Πέτρος τε καὶ Παῦλος, ὥς περ ἀστέρες, λογικοί, τὴν οἰκουμένην περιαυγάζοντες, δι' ὧν ἐφωταγώγησας, τὴν δυτικὴν ἀμαυρότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἔδωκας στηρίγματα, τῇ Ἐκκλησίᾳ σου Κύριε, τὴν τοῦ Πέτρου στερρότητα, καὶ Παύλου τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ τὴν ἑκατέρων, θεηγορίαν ἀληθῆ, τῆς ἀθεΐας πλάνην διώκουσαν· διὸ μυσταγωγούμενοι, παρ' ἀμφοτέρων ὑμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἔδωκας ὑπόδειγμα, ἐπιστροφῆς ἁμαρτάνουσι, τοὺς διττοὺς Ἀποστόλους σου, τὸν μὲν ἀρνησάμενον, ἐν καιρῷ τοῦ πάθους, καὶ μετεγνωκότα, τὸν δὲ κηρύγματι τῷ σῷ, ἀντιταξάμενον καὶ διώξαντα, καὶ ἄμφω τοῦ συστήματος, πρωτοστατοῦντας τῶν φίλων σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ὡς αὐτόπται καὶ μάρτυρες, τῆς τοῦ Λόγου σαρκώσεως, Μαθηταὶ πανόλβιοι μακαρίζεσθε· ὡς ἀστραπαὶ γὰρ ἐκλάμποντες, τῷ κόσμῳ ἐφάνατε, καὶ ὡς ὄρη νοητά, γλυκασμόν ἐσταλάξατε, ὡς ἀέναοι, ποταμοὶ Παραδείσου μερισθέντες, τῶν ἐθνῶν τὰς Ἐκκλησίας, θείοις ποτίζετε νάμασιν.

Ὡς βολίδες ἀστράπτουσαι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εἰς τὸν κόσμον ἅπαντα διεπέμφθητε, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἀφθόνως παρέχοντες, λειτουργοὶ τῶν τοῦ Χριστοῦ, μυστηρίων γενόμενοι, καὶ θεόγραφοι, θείας χάριτος πλάκες γεγραμμέναι, θεοδίδακτον τὸν νόμον, ἱερομύσται πανόλβιοι.

Ἁλιέων ὁ κάλαμος, φιλοσόφων τὸ φρύαγμα, καὶ ῥητόρων ῥεύματα διετάραξε, θεοσοφίας διδάγματα, χαράττων καὶ δόγματα, καὶ μυρίων ἀγαθῶν, τηλαυγῶς ἐκτιθέμενος, εὐαγγέλιον, καὶ τρυφῆς ἀϊδίου μετουσίαν, καὶ Ἀγγέλων ἀπολαύσεις, καὶ διαμένουσαν εὔκλειαν.

Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες, τούτοις προσείπωμεν· Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες· Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ὑμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος· Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.