Κυριακή, 30 Ιουνίου 2013

ΕΣΠΕΡΙΝΟΝ ΥΜΝΟΝ ΚΑΙ ΛΟΓΙΚΗ ΛΑΤΡΕΙΑΝ

Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Πῶς σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ ἀνυμνήσωμεν ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου; Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως; τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτόν, εἰς κένωσιν τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ, ἀπειρόγαμε, μείνας, ὅπερ ὑπῆρχε φύσει, Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει, καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.