Κυριακή, 18 Μαρτίου 2012

Ο ΣΤΑΥΡΟΣ ΣΟΥ ΚΥΡΙΕ ΗΓΙΑΣΤΑΙ

Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις· δι' αὐτοῦ σοι προσπίπτομεν, Ἐλέησον ἡμᾶς.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σήμερον τὸ Προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, Ἐλέησον ἡμᾶς.