Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 7 Ιουλίου 2010

Ο ΒΙΟΣ ΤΗΣ ΑΓΙΑΣ ΚΥΡΙΑΚΗΣ


Κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Διοκλητιανοῦ ἐν ἔτει σπβ' ἦτον ἀνδρόγυνόν τι Χριστιανικὸν Δωρόθεος καὶ Εὐσεβία ὀνομαζόμενον, οἵτινες ἐπειδή ἦσαν ἄτεκνοι παρεκάλουν τὸν Θεὸν νὰ τοῖς χαρίση τέκνον, ὑποσχόμενοι νὰ χαρίσουν πάλιν τὸ γεννηθὲν παιδίον εἰς αὐτόν. Ὅθεν ὑπήκουσεν ὁ Θεὸς τῆς δεήσεως αὐτῶν, καὶ ἐγέννησαν παιδίον θηλυκὸν ἐv ἡμέρᾳ Κυριακῇ• διὸ καὶ ὠνόμασαν αὐτην Κυριακὴν, τὴν ὁποίαν βαπτίσαντες, ἀνέθρεψαν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου κατὰ τὸν ἀπόστολον καὶ ἐφύλαττον αὐτὴν ΙΙαρθένον, ἐπειδὴ ἔμελλον νὰ τὴν ἀφιερώσωσιν εἰς τὸν Θεόν. Ὅταν δὲ ὁ δυσεβής Διοκλητιανὸς ἐκίνησε διωγμὸν κατὰ τῶν Χριστιανῶν, τότε παρεδόθησαν οἱ γονεῖς τῆς ἁγίας μὲ αὐτὴν εἰς τὸν τύραννον ὁ ὁποῖος ἀνακρίνας, τοὺς μὲν γονεῖς τῆς ἁγίας ἔδειρε, καὶ ἔστειλεν αὐτοὺς εἰς τὸν Δούκαν Ἰοῦστον, τὸν εὑρισκόμενον κατὰ τὰ μέρη τῆς ἐν τῇ μικρᾷ Ἀρμενίᾳ Μελιτινῆς, ἥτις κοινῶς Μαλατιὰ ὀνομάζεται∙ τὴν δὲ Κυριακὴν ἀπέστειλεν εἰς τὸν Καίσαρα Μαξιμιανὸν τὸν εὑρισκόμενον εἰς τὴν Νικομήδειαν. Ὁ Μαξιμιανὸς λοιπὸν ἀνακρίνας τὴν μάρτυρα καὶ εὑ¬ρὼν αὐτὴν στερεὰν εἰς τὴν πίστιν τοῦ Χριστοῦ, τὴν ἔρριψε κατὰ γῆς καὶ τὴν ἔδειρεν ἐπὶ πολλὰς ὥρας. Ἐπειδὴ δὲ ἡ ἁγία προσηύχετο, διὰ τοῦτο ἐθυμώνετο ὁ τύραννος κατὰ τῶν στρα-τιωτῶν τῶν βασανιζόντων τὴν μάρτυρα. Τότε ἡ ἁγία λέγει πρὸς τὸν Μαξιμιανόν∙ μὴ πλανᾶσαι, ὦ Μαξιμιανὲ, ποτὲ δὲν θέλεις μὲ νικήσει, τοῦ Θεοῦ βοηθοῦντος μοι. Διὰ τοῦτο καὶ ὁ Μαξιμιανὸς
ἀποκαμὼν, ἔπεμψε τὴν ἁγίαν εἰς τὸν ἄρχοντα τῆς Βιθυνίας, Ἱλαριανὸν ὀνόματι. Ὁ δὲ Ἱλαριανὸς ἀνακρίνας τὴν μάρτυρα, ἔμβασεν αὐτὴν μέσα εἰς τὸν ναὸν τῶν εἰδώλων. Ἐκεῖ δὲ προσευχηθείσης τῆς Ἁγίας, ἔγεινε μεγάλος σεισμὸς, ἀπὸ τὸν ὁποῖον ἐκρημνίσθησαν τὰ εἴδωλα καὶ ἔγιναν ὡσὰν κονιορτός. Ἐπηκολούθησε δὲ πρὸς τούτοις ἀνεμοστρόβιλός τις, ὅστις ἐσκόρπισεν εἰς τὸν ἀέρα τὸν κονιορτὸν τῶν εἰδώλων, ἀστραπὴ δὲ ἐπιπεσοῦσα, κατέκαυσε τὸ πρόσωπον τοῦ ἄρχοντος Ἱλαριανοῦ. Ὅθεν ἐκεῖνος κρημνισθεὶς ἀπὸ τὸν θρόνον του ἐξέψυξεν. Ἐλθὼν δὲ ἄλλος ἄρχων διάδοχος ἐκείνου, καὶ μαθὼν ταῦτα, κατεδίκασε νὰ καῇ ἡ Ἁγία εἰς τὸ πῦρ. Καὶ ἤναψαν οἱ ὑπηρέται πυρκαϊὰν μεγάλην, καὶ ἔσπρωξαν τὴν μάρτυρα μέσα εἰς αὐτήν. Ἡ δὲ ἁγία σηκώσασα τὰς χεῖρας εἰς τὸν οὐρανὸν, προσευχήθη τῷ Θεῷ ἐπὶ πολύ. Ὅθεν μολονότι ἦτο καιρὸς εὔδιος, κατέβη ὅμως σύννεφον ἀπὸ τὸν οὐρανὸν, καὶ ἔσβυσεν ὅλην τὴν φωτιὰν, χωρὶς νὰ βλαφθῇ ἡ μάρτυς τελείως ἀπ’ αὐτήν. Μετὰ ταῦτα ἀφῆκεν ὁ τύραννος διάφορα θηρία ἐναντίον τῆς ἁγίας, ἀλλ' ὅμως δὲν κατώρθωσε τίποτε, ἐπειδὴ καὶ τὰ θηρία ἐκυλίοντο ὡς ἀρνία ἥμερα εἰς τοὺς πόδας τῆς ἁγίας χωρὶς ποσῶς νὰ τὴν βλάψωσιν. Ὅθεv βλέπον¬τες πολλοί Ἕλληνες τὸ παράδοξον αὐτὸ θαῦμα, ἐπίστευσαν εἰς τὸν Χριστόν∙ ἔπειτα ἐβλήθη ἡ μάρτυς εἰς τὴν φυλακήν καὶ τὴν ἐρχομένην ἡμέραν ἐκάθισεν ὁ ἄρχων εἰς τὸ βῆμα καὶ ἔδωκε κατὰ τῆς ἁγίας τὴν τοῦ θανάτου τελευταίαν ἀπόφασιν. Ὅθεν οἱ δήμιοι ἤγαγον αὐτὴν ἔξω τῆς πόλεως διὰ νὰ τὴν ἀποκεφαλίσουν. Ἡ δὲ ἁγία ἐζήτησε καιρὸν, ἵνα προσευχηθῇ. Καὶ προσευχηθεῖσα ἐπὶ πολλὰς ὥρας, ἐδίδαξε τοὺς ἀκολουθήσαντας αὐτὴν Χριστιανούς. Εἶτα πλαγιάσασα εἰς τὴν γῆν, παρέδωκε τὴν ψυχήν της εἰς χείρας Θεοῦ. Ἐλθόντες δὲ πρὸς αὐτὴν οἱ στρατιῶται οἱ μέλλοντες νὰ τὴν ἀποκεφαλίσωσι, καθὼς τὴν εἶιδον νεκράν ἐξέστησαν. Ἠκούσθη δὲ καὶ θεία φωνὴ εἰς αὐτοὺς λέγουσα∙ «πορεύεσθε ἀδελφοὶ, καὶ διηγεῖσθε εἰς ὅλους τὰ μεγαλεῖα τοῦ Θεοῦ. Οἰ δὲ στρατιῶται γυρίσαντες ἐδόξασαν τὸν Θεόν. Ἦς ταῖς πρεσβεία ἀξιωθείημεν καὶ ἡμεῖς τῆς οὐρανῶν βασιλείας Ἀμήν.