Τετάρτη, 12 Αυγούστου 2009

ΓΗ ΚΑΙ ΣΠΟΔΟΣ, ΣΑΠΡΙΑ ΤΕ ΚΑΙ ΣΚΩΛΗΞ, ΔΙ ΑΙΣΧΡΩΝ ΚΑΙ ΒΕΒΗΛΩΝ ΕΡΓΩΝ ΚΑΙ ΛΟΓΙΣΜΩΝ ΥΠΑΡΧΩΝ

Γῆ καὶ σποδός, σαπρία τε καὶ σκώληξ, δι' αἰσχρῶν καὶ βεβήλων ἔργων καὶ λογισμῶν ὑπάρχων, μόνε φιλάνθρωπε, σὲ ἱκετεύω, καὶ σοὶ προσπίπτω, ἐκκαθαραὶ με τῶ σπόγγω τῶν οἰκτιρμῶν σου, Χριστέ, τοῦ ῥύπου, ὃν ἐν ἔργοις καὶ λόγοις συνήθροισα, φωτίσαι δὲ τὸ ζοφῶδες τοῦ νοός μου τὴ αἴγλη τῆς σῆς χάριτος, ἵνα ἀξίως τὴν ἔνστασιν τῶν μαρτύρων Σωτήρ μου ἐξείποιμι, ἐν ὕμνοις ἀσμάτων καταστέφων αὐτούς.