Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 12 Ιανουαρίου 2009

ΑΓΙΑ ΜΑΡΤΥΡΑΣ ΤΑΤΙΑΝΑ


ΤΗ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανής.

Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανής.

Στίχοι

· Τῆς πάντα λαμπρὰς Τατιανὴς τὴ κάρα,

· Λαμπρὸν προεξένησε τὸ ξίφος στέφος.

· Τὴ δυοκαιδεκάτη Τατιανὴς αὐχένα κέρσαν.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Ἀβεσαλαμίτου.

Στίχοι

· Ἐπανθρακωθεὶς καρδίαν θείω πόθω,

· Ἐπ' ἀνθράκων ἤδιστα Πέτρος ἐκπνέει.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μερτίου.

Στίχοι

· Θεὸν ποθῶν ὕψιστον, ἰσχυρὸν μόνον,

· Μαστίζεται Μέρτιος ἰσχυρῶς ἄγαν.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἀπὸ Νικαίας, ξίφει τελειοῦνται.

Στίχοι

· Θνήσκει χορὸς τὶς ὀκτάριθμος ἐκ ξίφους,

· Αἰῶνος εὐρεῖν ὀγδόου ζωὴν θέλων.



Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Μάρτυς Εὐθασία ξίφει τελειοῦται.

Στίχοι

· Αὐτῷ Θεῷ Σωτήρι κόσμου προσφέρει,

· Αὐτῆς κεφαλὴν ἐκ ξίφους Εὐθασία.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἡλιοῦ.

Στίχοι

· Ἄλλος δέδεικται θαυματουργὸς Ἠλίας,

· Ὁ θαυματουργὸς οὗτος ὄντως Ἠλίας.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.