Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 25 Νοεμβρίου 2008

ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ & ΑΓΙΟΣ ΜΕΡΚΟΥΡΙΟΣ

ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.

Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῶ Κυρίω ἄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν, προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τὴ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὦς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῶ Ναῶ τῶ νομικῶ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτή, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῶ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῶ Κυρίω ἄδουσι, ψαλμικῶς μελωδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ, διὰ γὰρ σοῦ τῶ Θεῷ κατηλλάγημεν, Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῶ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῶ Ἀγγέλω πάντες, ψαλμικῶς τὸ Χαίρέ σοί, τὴ πανσέμνω βοῶμεν, τὴ πρεσβεία σου σωζόμενοι.
Ὡς ἀλάβαστρον μύρου, τὸ αἴμά σου προσενήνοχας τῶ σῶ Νυμφίω Χριστῷ Αἰκατερῖνα ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ Ῥητόρων τὴν θρασυστομίαν ἀπήμβλυνας, καὶ τούτους πρὸς θεογνωσίαν ἀφείλκυσας, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο, σὺν Βασιλίσση τὴ σοφή, Διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἡ παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τὴ δυνάμει τοῦ Χριστοῦ, ἐπιρρωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στερρῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μέτ' εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλη φωνή, Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμα μου.
Ἀλεξανδρέων ἡ λαμπρὰ καὶ θεία πόλις, ἐπὶ τὴ μνήμη σου σεμνὴ πανηγυρίζει, καὶ γεραίρει τοὺς ἄθλους σου Αἰκατερῖνα, οὓς ἔτλης γενναιοφρόνως ὑπὲρ Χριστοῦ, καὶ μέγα βρενθυομένη σοὶ ἐκβοᾷ, Ὦ Παρθένε πολύαθλε, εἰς οὐρανίους σκηνάς, συνοῦσα νὺν τῶ Κτίστη σου, χαῖρε Μάρτυς πανθαύμαστε.
«Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γήν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ Κατεπόντισε, Ἰκαὶ ἄβατον διῆλθεν Ἰσραήλ, ὠδὴ δὲ ἀνεμέλπετο, Τῶ Κυρίω ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται».
Μετὰ τῆς ἄνω χορείας Μερκούριε, τῶν ἀγαθῶν τὴ πηγή, χαίρων παριστάμενος, καὶ θείας ἡδονῆς, ἀοίδιμε πληρούμενος, τοὺς πόθω τὴν πανήγυριν τὴν σήν, τελοῦντας περιφύλαττε, τῶ Κυρίω ἄδοντας, Ἐνδόξως γὰρ δεδόξασται.
Ἐθελουσίως ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας Σοφέ, σθένει κραταιούμενος, Χριστοῦ τοῦ δι' ἡμᾶς, τὰ πάθη τὰ σωτήρια, θελήσει ὑπομείναντος σαρκί, καὶ χαίρων ἀνεκραύγαζες, Τῶ Κυρίω ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Ῥῆμα τυράννου σαφῶς ἐξεφαύλισας, ὁμολογία Χριστοῦ, μάκαρ σεμνυνόμενος καὶ πᾶσαν ἀλγεινῶν, ἰδέαν ἀγαλλόμενος, ὑπέμεινας Μερκούριε βοῶν, τῶ σὲ ἐνδυναμώσαντι, Τῶ Κυρίω ἄσωμεν, Ἐνδόξως γὰρ δεδοξασται.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας