Τετάρτη 1 Αυγούστου 2012

ΟΙ ΤΩΝ ΠΑΤΡΩΩΝ ΕΘΩΝ ΝΟΜΟΦΥΛΑΚΕΣ, ΚΑΙ ΤΗΣ ΜΩΣΕΩΣ ΔΙΑΤΑΓΗΣ

Οἱ τῶν πατρῴων ἐθῶν νομοφύλακες, καὶ τῆς Μωσέως διαταγῆς προκήρυκες, ὡς ἑπτὰ φωστῆρες ἐν κόσμῳ φαίνοντες, ταῖς ἀκτῖσι τῶν ἄθλων, ἡμᾶς καταλάμπουσιν, οἱ νοεροὶ λαμπτῆρες.

Οἱ κατὰ νόμον Θεοῦ ἀριστεύσαντες, καὶ τὰς Ἀντιόχου βουλὰς καταπτύσαντες, τολμηρῶς ἐβόων· Ἡμᾶς Ἀντίοχε, οὐ θηρία οὐ ξίφη, οὐ πῦρ οὐδὲ μάστιγες, ὅλως χωρίσει Θεοῦ.

Οἱ τὴν Μωσέως καθέδραν κοσμήσαντες, καὶ τοὺς πατρῴους θεσμοὺς συντηρήσαντες, ὡς ἑπτὰ ἀστέρες ἐν κόσμῳ λάμποντες, τοὺς πλανήτας ἀστέρας, λοιπὸν ἀπημαύρωσαν, τῇ πίστει φαιδρυνθέντες.

Τῆς εὐσεβοῦς Σολομονῆς βλαστήματα, καὶ τοῦ πιστοῦ Ἐλεάζαρ τὰ θρέμματα, οἱ ἑπτὰ φωστῆρες ὡς λύχνοι φαίνοντες, τῇ τοῦ νόμου λυχνίᾳ, σαφῶς ἐπετέθησαν ἐπὶ τῇ σκηνῇ τοῦ Θεοῦ.