Τετάρτη 1 Αυγούστου 2012

ΟΙ ΤΟΥ ΠΑΤΡΩΟΥ ΝΟΜΟΥ ΖΗΛΩΤΑΙ

Οἱ τοῦ πατρῴου νόμου ζηλωταί, οἱ σύμψυχοι φύλακες τοῦ νόμου ἀκλινεῖς, ἕνα Θεὸν πανευσεβῶς καθωμολόγουν, τρισὶν ὑποστάσεσιν, ἑνοποιοῦντες πιστῶς, καὶ διαιροῦντες εὐσεβῶς.

Τὶ ἐπιμένεις τύραννε λοιπόν; οἱ Μάρτυρες ἔκραζον τῷ πλάνῳ δικαστῇ, ἕνα Θεὸν ἡμεῖς ὁμολογοῦμεν, καὶ πατρίδα ἔχομεν, τὴν ἄνω Ἱερουσαλήμ, τὴν θρεψαμένην ἡμᾶς.

Οὐ μιαροφαγήσομεν φασίν, οὐ θύσομεν, οὐδὲ γόνυ κάμψομεν εἰς γῆν, ἕνα Θεὸν ἡμεῖς ὁμολογοῦμεν, καὶ αὐτὸν φοβούμεθα, παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὃν σπεύδομεν.