Τετάρτη 1 Αυγούστου 2012

ΞΥΛΩ ΠΟΤΕ ΑΝΕΙΛΚΥΣΕ, ΠΟΤΑΜΟΥ ΤΟ ΣΙΔΗΡΙΟΝ

Ξύλῳ ποτὲ ἀνείλκυσε, ποταμοῦ τὸ σιδήριον, θεῖος Ἐλισσαῖος, σὲ προγράφων πόρρωθεν, Σταυρὲ πανσεβάσμιε· ἐκ τοῦ βυθοῦ τῆς πλάνης καὶ γάρ, διὰ σοῦ πρὸς πίστιν, ἀναχθέντες βεβαίαν, τὴν σήμερον ἡμέραν, ἀξιούμεθα βλέπειν, καὶ πίστει προσκυνεῖν σε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑποσημαίνει πόρρωθεν, σὲ Σταυρὲ πανσεβάσμιε, ἐν ταῖς εὐλογίαις Ἰακὼβ τρανότατα, ἡμεῖς δὲ ἐν χάριτι, ἀξιωθέντες βλέπειν σε, πίστει ἀδιστάκτῳ, προσερχόμεθα πάντες, καὶ ψάλλομεν πλουσίως, εὐλογίαν τρυγῶντες, καὶ φῶς καὶ σωτηρίαν, καὶ τῶν πταισμάτων λύσιν.

Λευχειμονοῦντες πράξεσιν, ἐναρέτοις προσέλθωμεν, ἐν ἀγαλλιάσει, τῷ Χριστῷ κραυγάζοντες· Πανάγαθε Δέσποτα, τῷ σῷ ὑψίστῳ θείῳ Σταυρῷ, ὕψωσον ἡμῶν, τοῦ χριστωνύμου λαοῦ σου, τὸ κέρας, ἵνα πίστει, καὶ εἰρήνῃ βαθείᾳ, ὑμνῆταί σου τὸ κράτος, εἰς πάντας τοὺς αἰῶνας.