Παρασκευή 20 Ιανουαρίου 2012

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Θεῷ σεαυτὸν καθιερώσας, καὶ ἅψας τῆς συνειδήσεως τὴν κάμινον, ὅλον σου Εὐθύμιε· χαίρων ὡλοκαύτωσας, ὡς ἱερεῖον ἄμωμον, τὸν βίον μέλπων Χριστῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Υἱοθετηθεὶς χάριτι θείᾳ, ὡς κλῆρον τὴν τῶν μελλόντων γνῶσιν εἴληφας· φύσεως κρατήσας γάρ, φύσιν ὑπερβέβηκας, προγνωστικῶς πρὸς ἔκβασιν, σπεύδων Εὐθύμιε. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.