Δευτέρα 16 Μαρτίου 2020

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».

Τὴν ἀχλὺν τῶν ὀμμάτων, τῆς ψυχῆς, ἀφελόντες διὰ νηστείας τὸ φῶς, τὸ ἔνθεον τῇ πίστει, δεξώμεθα ἐν φόβῳ καὶ ἁγνείᾳ κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Τῆς ψυχῆς τὸ ὡραῖον, τῷ τοῦ σώματος Μάρτυς, κάλλει ἐνέφηνας· φαιδρὸς γὰρ θεωρίαις, ἡδύς τε ἐν τοῖς λόγοις, ἀνεδείχθης καὶ ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Γενναιότητι Μάρτυς, τῆς ψυχῆς καὶ ἀνδρείᾳ θράσος ἀντίπαλον, τυράννων ἀνομούντων, διήλεγξας Σαβίνε, καὶ Χριστῷ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.