Ἄνθρακες ὤφθητε τῷ θείῳ, ἀναπτόμενοι πυρὶ τοῦ Παρακλήτου, καταφλέγοντες μὲν τὴν ὕλην τῆς κακίας, τοὺς δὲ πιστοὺς φωτίζοντες, θεοφόροι εἰς αἰῶνας.
Σάρκα δυσήνιον νηστείαις, καθυπέταξας τῷ πνεύματι Δαλμάτε, καὶ κακίαν ἐχθροῦ, κατέκλυσας τοῖς ὄμβροις, τῶν ψυχικῶν δακρύων σου, θεοφόρε εἰς αἰῶνας.
Τέλος μακάριον εὑρόντες, τὴν οὐράνιον οἰκεῖτε βασιλείαν, καὶ Ὁσίων χοροῖς, συνήφθητε Πατέρες, μεθ' ὧν βοᾶτε, Κύριε ὁ Θεὸς εὐλογητὸς εἶ.