Ὑπερφυεῖ λαμπόμενος, φωταυγίᾳ πανάριστε, καὶ τὴν τοῦ προσώπου σου μορφὴν ἰσάγγελον, ἐδείκνυς τῆς χάριτος, διαδοθείσης Στέφανε, τῆς ἐν τῇ ψυχῇ σου, κεκρυμμένης πλουσίως, ἐντεῦθεν ἀνεβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Στεφανηφόρε Στέφανε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, ῥανίσιν αἱμάτων σου· πρὸς γὰρ τὴν σὴν ἀντίληψιν, καὶ τὴν συμπαθῆ καὶ χριστομίμητον γνώμην, προσφεύγων ἀνακράζω· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὸν τῶν χαρίτων ἔνδοξε, σοὶ ὁμώνυμον στέφανον, τῇ σὴ σεβασμίᾳ, κορυφῇ ἐπέθηκε, Κριτὴς ὁ ἀδέκαστος, ὃν εὐσεβῶς ἐκήρυξας, Κτίστην καὶ Θεόν, καὶ Βασιλέα τῶν ὅλων, βοῶν ἀδιαλείπως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν ταῖς χερσὶ τοῦ κτίσαντος, ἐναπέθου τὸ πνεῦμά σου· αἱ τῶν οὐρανῶν γάρ, στρατιαὶ συνόμιλον, ἐδέξαντο χαίρουσαι, τὸν πρὶν ἐν γῇ ἰσάγγελον, νῦν δὲ ταῖς αὐτῶν, συντεταγμένος χορείαις, βοᾷς ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.