Παρασκευή 5 Απριλίου 2013
Η ΕΝ ΤΩ ΞΥΛΩ ΤΟΥ ΣΤΑΥΡΟΥ, ΚΡΕΜΑΣΘΕΙΣΑ ΖΩΗ ΤΩΝ ΑΠΑΝΤΩΝ
Ἡ ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, κρεμασθεῖσα ζωὴ τῶν ἁπάντων, Χριστε ὁ Θεός, ζωοποίησόν μου τὴν ψυχήν, τεθανατωμένην τοῖς παραπτώμασι, καὶ μὴ παντελῶς ἀπολέσθαι, τὸ σὸν συγχωρήσῃς πρόβατον, ὁ Ποιμὴν ὁ καλός· ἀπεσκίρτησα γὰρ τῶν σῶν ἐντολῶν, καὶ τὸν τῆς ἀναμαρτησίας πλοῦτον, ὃν ἐδωρήσω μοι, διεσκόρπισα φιλαμαρτήμονι προαιρέσει, διεφθάρην τε, καὶ ἑβδελύχθην, ἐν τοῖς τῆς ἀσωτείας ἐπιτηδεύμασιν. Ἀλλ' ἀνακαίνισόν με, πρὸς μετάνοιαν ἑλκύσας, ὁ μόνος πολυέλεος.