«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε».
Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι μὴ γένωμαι κτῆμα, μὴ βρῶμα του ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.
Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος, πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.
Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα, ψυχὴ τί ποιήσεις, ἐάν τί τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;
Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἰκῇ καὶ μάτην· μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου μοι μόνε οἰκτίρμον, δικαιοκρίτα, καὶ τούτῳ συναρίθμησον.
Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.
Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου καταμολύνας, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.
Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτός με οἴκτειρον.