Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 22 Μαρτίου 2013

ΙΕΡΩΣΥΝΗΣ ΣΤΟΛΑΙΣ ΗΓΛΑΪΣΜΕΝΟΣ....ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ

Ἱερωσύνης στολαῖς ἠγλαϊσμένος, Θεῷ ἐλειτούργησας, καθάπερ Ἄγγελος, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, ἐπιφανέντι, θύων Βασίλειε μεγαλώνυμε, ἐντεῦθεν ὡς τέλειον πρόβατον τέθυσαι, καὶ καθαρὸν θῦμα γέγονας, καὶ προσηνέχθης, νῦν εἰς τὸ ἄνω θυσιαστήριον· ὅθεν φωναῖς σε μακαρίζομεν, χαρμονικῶς καὶ βοῶμέν σοι· ἱκετεύων μὴ παύσῃ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀφαιρεθεὶς τὴν δορὰν κρίσει ἀδίκῳ, τοὺς πόνους ὑπήνεγκας ἀποσκοπούμενος, λῆξιν τὴν ἄπονον Ἔνδοξε, καὶ τὰ βραβεῖα, τὰ τοῖς ἀθλήσασιν ἀποκείμενα, πυρὶ δὲ στομούμενος, οἷά περ σίδηρος, οὐρανοχάλκευτον γέγονας, παμμάκαρ, ξίφος, πάσας συγκόπτων ἐχθροῦ τὰς φάλαγγας· ὅθεν τιμᾷ σε πᾶσα σήμερον, τῶν εὐσεβῶν γλῶσσα χαίρουσα, καὶ αἰτεῖ δυσωπεῖν σε, τὸν Θεὸν ὑπὲρ τῆς ποίμνης σου.

Ὡραϊσμένος τοῖς στίγμασι τοῖς θείοις, εἰς πόλιν ἐκ πόλεως δέσμιος ἔτρεχες, καταδεσμεύων τὸν τύραννον, καὶ τὰς πορείας, τῶν σῶν βημάτων κατευθυνόμενος, καὶ δὴ πρὸς Καισάρειαν πόλιν γενόμενος, ἐν ταύτῃ τέλος μακάριον, καθυπεδέξω, καὶ πρὸς τὴν πόλιν τὴν ἐπουράνιον, στεφανηφόρος ἀνελήλυθας, καὶ Θεῷ Βασιλεῖ νῦν παρίστασαι, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.