«Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ, καθορῶσα ὡς βρέφος, ὃν ἐκ γαστρὸς πρὸ Ἑωσφόρου, τέτοκε Πατήρ· ἀναστῆσαι γὰρ καὶ συνδοξάσαι βροτῶν, πεπτωκυῖαν τὴν φύσιν, ἐλήλυθα σαφῶς, τὴν ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσαν».
Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὠδῖνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, Ἄναρχε Υἱέ· σὲ δὲ νῦν ὁρῶσα, Ἡρῴδην φεύγοντα, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι ψυχήν· ἀλλὰ ζῆθι καὶ σῷζε τοὺς σὲ γεραίροντας.
Γῆς μὲν ἐπέβην Αἰγύπτου, ἀλλ' Αἰγύπτου ὦ Μῆτερ, τὰ χειροποίητα κατέβαλον σεισμῷ, τὴν ψυχὴν δέ μου μάτην, ἐπιζητούντων ἐχθρῶν, πεμπομένων εἰς ᾍδην, ὡς μόνος κραταιός, ἐπανήξω, καὶ σώσω, τοὺς σὲ γεραίροντας.
Ἀγαλλιάσθω ἡ κτίσις· κτίζεται γὰρ ὁ Κτίστης, καὶ ὁ προὼν νῦν πρόσφατος, γνωρίζεται Θεός, μετὰ δώρων Μάγοι προσυπαντάτωσαν, οἱ Ποιμένες τὸ θαῦμα, κροτείτωσαν πιστῶς, καὶ βροτοὶ τοῖς, Ἀγγέλοις, συνευφραινέσθωσαν.