Πέμπτη 28 Ιουνίου 2012

ΙΕΡΩΤΑΤΑΙΣ ΧΟΡΕΙΑΙΣ, ΙΕΡΩΝ ΑΘΛΟΦΟΡΩΝ

Ἱερωτάταις χορείαις, ἱερῶν Ἀθλοφόρων, συνόντες καὶ ταῖς θείαις καλλοναῖς, ὡραϊζόμενοι Ἅγιοι, τὸν ὡραῖον ἐν κάλλει, αἰτεῖσθε Ἰησοῦν διαπαντός, ὡραιῶσαι καρδίας, ἡμῶν Μάρτυρες ἔνδοξοι.

Ὡς εὐωδέστατα κρίνα, νοητοῦ Παραδείσου, ὑπάρχοντες Κυρίου Ἀθληταί, πᾶσαν ψυχὴν κατοσφραίνετε, ἱεραῖς εὐωδίαις· διό μου τὸ δυσῶδες τῶν παθῶν, ἀπελάσατε ῥῶσιν, καὶ χάριν μοι δωρούμενοι.

Στήσατε Μάρτυρες θεῖοι, τῶν παθῶν μου τὴν ῥῶσιν, ὡς πάλαι τῶν αἱμάτων ὀχετοῖς, πλάνης πλημμύραν ἀλλόκοτον, καὶ αἰτήσασθε χύσιν, δοθῆναί μου δακρύων ψυχικῶν, δι' ἧς ῥύπου παντοίου ἁμαρτιῶν πλυθήσομαι.

Ἡλιακῶν λαμπηδόνων, ὁ ναὸς ὑμῶν πλέον, ἰάσεων ἐκπέμπων τὰς αὐγάς, σκότος παθῶν πονηρότατον, ἐκδιώκει, ἐν ᾧ με, φωτίσατε προστρέχοντα πιστῶς, Κῦρε καὶ Ἰωάννη, θαυματουργοὶ πανθαύμαστοι.