Πέμπτη 28 Ιουνίου 2012

ΤΗΝ ΔΥΑΔΑ ΤΙΜΗΣΩΜΕΝ, ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΕΝ ΑΣΜΑΣΙ.... ΙΑΤΡΟΙ ΑΝΕΔΕΙΧΘΗΤΕ

Τὴν δυάδα τιμήσωμεν, τῶν Μαρτύρων ἐν ᾄσμασι, τῆς Τριάδος ἔχουσαν τὴν λαμπρότητα, τοὺς θεμελίους τῆς πίστεως, τὰ ἄνθη τὰ πνέοντα, τὴν ὀσμὴν τὴν ἀληθῆ, τῆς Θεοῦ ἐπιγνώσεως, Κῦρον ἅπαντες, καὶ σὺν τούτῳ τὸν μέγαν Ἰωάννην, ὡς πρεσβεύοντας ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

Διὰ βίου λαμπρότητος, καὶ ἀσκήσεως ἔλαμψας, καὶ ἀθλήσει ὕστερον κατεκόσμησας, τὴν σὴν ψυχὴν Κῦρε ἔνδοξε, στρατείαν δὲ ἔλιπες, τὴν ἐπίγειον σοφέ, Ἰωάννη καὶ εὕρηκας, τὴν οὐράνιον, ἱκετεύσατε ἄμφω τὸν Σωτῆρα, ὑπὲρ τῶν ἐπιτελούντων, ὑμῶν τὴν μνήμην μακάριοι.

Ἰατροὶ ἀνεδείχθητε, ἀσθενούντων μακάριοι, καὶ φωστῆρες ἄδυτοι θείας πίστεως, ὁμολογίας συνήγοροι, Μαρτύρων συμμέτοχοι, τοὺς στεφάνους ἀληθῶς, ἐκ Θεοῦ ἀνεδήσασθε, Κῦρε ἔνδοξε, καὶ σοφὲ Ἰωάννη ἐν αἰνέσει, δυσωπεῖτε τὸν Σωτῆρα, ὑπὲρ τῶν πίστει ὑμνούντων ὑμᾶς.