Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ τοῦ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Λαμπρὰ παμφαῆ, τὰ Γενέθλια Χριστοῦ, καὶ τῆς τοῦ μέλλοντος, ἀνακαινίσεως ὑπογράφοντα, τὸ μυστήριον σήμερον· ὅτι νομικῇ διατάξει, ὁ Σωτὴρ περιτέμνεται, οὐχ ὡς Θεός, ἀλλ' ὡς βροτός, καὶ Νόμου πλήρωμα.
Τὸν Νόμον πληρῶν, ὁ του Νόμου Ποιητής, τὴν σάρκα σήμερον, ἐθελουσίως περιτέμνεται, περιτομὴν ἐργαζόμενος, τοῦ τῆς ἁμαρτίας χειμῶνος, καὶ κραυγάζειν δωρούμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Εἰκὼν τοῦ Πατρὸς ὁ Υἱός, καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα πέφηνε, σὺ δὲ τοῦ Πνεύματος, ὦ Βασίλειε, ἀκηλίδωτον ἔσοπτρον, οἶκός τε τῆς ὅλης Τριάδος· μακαρία ἡ μνήμη σου· καὶ οἱ δοξάζοντες αὐτήν, ἀντιδοξάζονται.
Βυθίσας τὸν νοῦν, εἰς τὰ βάθη τοῦ Θεοῦ τὰ ἀκατάληπτα, καὶ συλλεξάμενος τὸν πολύτιμον, σὺ μαργαρίτην τῆς γνώσεως, ἐπλούτισας τὸν κόσμον σοφίᾳ, καὶ κραυγάζειν ἐδίδαξας.Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὦ σύμπνοια νοῦ, ἱερά τε ξυνωρίς, ἡ ὥσπερ μία ψυχή, ἐν δυσὶ σώμασιν ἀδιαίρετος, ἐν Γρηγορίῳ Βασίλειος, πόθῳ θεϊκῷ συνημμένοι, ἐν Βασιλείῳ Γρηγόριος, νῦν ἱκετεύσατε Χριστόν, ὑπὲρ τῆς ποίμνης ὑμῶν.
Πατὴρ ὀρφανῶν, καὶ χηρῶν προασπιστής, καὶ πλοῦτος πένησι, τῶν ἀσθενούντων ἡ παράκλησις, καὶ τῶν ἐν πλούτῳ κυβέρνησις, γήρως βακτηρία ἐδείχθης, παιδαγωγία νεότητος, καὶ Μοναζόντων ἀρετῆς, κανὼν Βασίλειε.
Καθάρας τὸν νοῦν, ἰλυώδους μολυσμοῦ, παντὸς Βασίλειε, συνδιεσκέψω τά του Πνεύματος, τῷ ποθουμένῳ σοι Πνεύματι· ὅθεν ἀνυμνῶν τὴν Τριάδα, ἐν παρρησίᾳ ἐκραύγαζες. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.