Παρασκευή 8 Μαΐου 2009

ΑΡΣΕΝΙΕ, ΘΕΙΩ ΠΡΟΣΤΑΓΜΑΤΙ.....

Τῶ τοῦ Δεσπότου πειθαρχῶν Ἀρσένιε, θείω προστάγματι, βασιλικοῦ πλούτου, δόξαν καταλέλοιπας, ὥσπερ ὁ νομοθέτης Μωσής, καὶ φυγῶν τοὺς ἀνθρώπους, Ἀγγέλοις γέγονας σύσκηνος, ἅμα σὺν αὐτοῖς εὐφραινόμενος.
Σὺ τοὺς θορύβους ἐκφυγων Ἀρσένιε, ὡς ἁμαρτίας πηγάς, τὴ σιωπὴ γλῶσσαν, ἐχαλιναγώγησας, ὅθεν ἐν ἀταράχῳ τὸν νοῦν, ἡσυχία τηρήσας, τοῦ θείου Πνεύματος γέγονας, ἀξιοπρεπὲς ἐνδιαίτημα.