Ὁ ἀπερίγραπτος ὢν τῇ θεότητι, περιγραφόμενος ὕλῃ τοῦ σώματος, μέλλει προέρχεσθαι ῥοαῖς, Ἰορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα· πάντων γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται, πρὸς ὂν νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.
Δόξα... Καὶ νῦν...Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, ἐπὶ τὰ ὕδατα τοῦ βαπτισθῆναι σαρκί, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, δούλῳ παριστάμενον, τὸν Δεσπότην τῆς κτίσεως, ἄνωθεν ἐκήρυττε, σὲ Πατὴρ ὁ προάναρχος· διὸ μετ' εὐφροούνης βοῶμέν σοι. Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.