Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 9 Νοεμβρίου 2021

Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΝΕΚΤΑΡΙΟΥ Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ

 Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΝΕΚΤΑΡΙΟΥ Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ


Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.
Στίχοι
Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,
Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.
Ἀμφ' ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη.

Τῇ αὐτῇ ἡμέρᾳ. μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.
Στίχοι
Ἵπποις πρὸς Θεὸν Ὀνησιφόρε τρέχων
Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην.
Νύσσης οὐρανίης ἐπέβητ᾽ ἐνάτῃ ὦ Ἀθληταί.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
Στίχοι
Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα
Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοκτίστης τῆς Λεσβίας.
Στίχοι
Λέσβου τὸ θρέμμα παρθένος Θεοκτίστη
Κτίστῃ Θεῷ πρόσεισι πάγκαλος νύμφη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μητέρων ἡμῶν Εὐστολίας καὶ Σωπάτρας.
Στίχοι
Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον
Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
Σωπάτρα Πατρός, Πνεύματός τε καὶ Λόγου
Θρόνῳ παρέστη δοῦσα γῆ τὸ σαρκίον.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.
Στίχοι
Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις
Οἱ τὸ ξύλον τιμῶντες ὡς θεὸν πλάνοι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται.
Στίχοι
Πλάνην ἀμαυροῖ Μαῦρα κοπεῖσα ξίφει,
Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ναρσῆ καὶ Ἀρτέμονος.
Στίχοι
Ναρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει,
Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης, ὁ διὰ τὸ βραχὺ τῆς ἡλικίας (ἀναστήματος) ὀνομασθεὶς Κολοβός, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
'Ὃς κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Εἰ καὶ μετέστης Ἑλλάδιε τοῦ βίου,
Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἐκκλησία σοι Συμεὼν ὄφλει χάριν
Ὑπὲρ μεταφράσεως Ἁγίων βίων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος οἱ κτίτορες τῆς ἐν Ἄθῳ ἱερᾶς σεβασμίας Μονῆς τοῦ Διοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Εὐθύμιον συνάμα τῷ Νεοφύτῳ
Τιμῶ κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων.

Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.