Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν πνευματικῶς ἐπιτελοῦμεν τοῦ Γενεθλίου, ἤτοι τῶν Ἐγκαινίων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων, τῆς κατ' ἐξαίρετον ἀνακειμένης τῇ Δεσποίνῃ ἡμῶν, καὶ Ἁγίᾳ Θεοτόκῳ, καὶ ὑπ' αὐτῆς διὰ παντὸς σῳζομένης.
Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν,
Ἐν σοὶ Πόλις τυχόντα τῶν γενεθλίων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου.
Μωκώμενόν σε δεισιδαίμονα πλάνην,
Οἱ δυσσεβεῖς κτείνουσι Μώκιε ξίφει.
Μώκιος ἑνδεκάτῃ κεφαλὴν τμήθη ἀγαθόφρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκορίδου ἢ Διοσκόρου.
Παρ' ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους,
Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.