Τρίτη 26 Μαΐου 2020

Γῆν ἐφ' ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως

«Γῆν ἐφ' ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως, Κύριε, καὶ εἰσήγαγες αὐτόν εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν».

Σταύρωσιν ἑκούσιον, καταδεξάμενος σαρκί, ἐπήγασας εὐλογίαν, καὶ ζωὴν τῷ κόσμῳ Δέσποτα, μόνε παντευλόγητε, καὶ τοῦ παντὸς δημιουργέ· ὅθεν εὐλογοῦμέν σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ᾄδοντες, ψάλλοντες, ἐπινίκιον ᾠδήν.

Λάκκῳ κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο ὁ εὐσχήμων Ἰωσήφ, καὶ προσεκύλισε λίθον τῇ θύρᾳ τοῦ μνήματος, μακρόθυμε· ἀλλ' ἀνέστης ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.

Μύρα τί κομίζετε, μετὰ δακρύων ὑμεῖς; ἔλεγε ταῖς τιμίαις Γυναιξίν, ὁ Ἄγγελος φανείς. Ὁ Χριστὸς ἐγήγερται, δραμοῦσαι εἴπατε, τοῖς θεόπταις Μαθηταῖς, πενθοῦσί τε καὶ κλαίουσιν, ὅπως σκιρτήσωσι, καὶ χορεύσωσι φαιδρῶς.

Θαύματα παράδοξα, ἐπιτελῶν ὁ λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ γενετῆς, πηλὸν ἐπιχρίσας, καὶ εἰπών· Πορεύθητι καὶ νίψαι ἐν τῷ Σιλωάμ, ὅπως γνώσῃ με Θεόν, ἐπὶ γῆς βαδίζοντα, σάρκα φορέσαντα, διὰ σπλάγχνα οἰκτιρμῶν.
Δόξα...
Μίαν τρισυπόστατον, οὐσίαν σέβοντες πιστοί, δοξάσωμεν τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ εὐθές, ποιητήν, καὶ Κύριον, καὶ λυτρωτὴν τοῦ παντός, ἕνα ἄκτιστον Θεόν, σὺν ἀσωμάτοις κράζοντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Βασιλεῦ.
Καὶ νῦν... 
Μήτραν ἀπειρόγαμον, τὴν σὴν κατῴκησεν Ἁγνή, Κύριος διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσαι βουλόμενος, τὸν φθαρέντα ἄνθρωπον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ· αὐτόν οὖν ἱκέτευε, τὴν πόλιν ταύτην σῴζεσθαι, πάσης ἁλώσεως, καὶ ἐχθρῶν ἐπιδρομῆς.