Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου. Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἡγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.