Σάββατο 4 Μαΐου 2013

ΒΑΠΤΙΣΜΑ ΤΟ ΠΑΝΣΕΠΤΟΝ

Βάπτισμα τὸ πάνσεπτον, καὶ ἱερὸν καὶ σωτήριον, Πελαγία ποθήσασα, σπουδῇ ἐπεζήτησας, καὶ εὑροῦσα Μάρτυς, τὸν μυσταγωγοῦντα, μέτ' εὐφροσύνης καὶ χαρᾶς, τῷ ποθουμένῳ θᾶττον προσέδραμες, καὶ ξένων κατηξίωσαι, θεωριῶν ἀξιάγαστε· ὡς νεᾶνις ὀπίσω δέ, τοῦ νυμφίου σου ἔδραμες.

Κόσμον τὸν ἐπίγειον, καταλιποῦσα ὡς πρόσκαιρον, καί φθαρτόν καὶ εὐμάραντον, τὴν θείαν εὐπρέπειαν, ὡς ἀεὶ ἑστῶσαν, καὶ ὡς κεκτημένην, διηνεκῆ τὴν χαρμονήν, καὶ θυμηδίαν καὶ καθαρότητα, συντόνως κατεδίωξας, καὶ παρθενίᾳ προσείληφας, τῶν Μαρτύρων τὴν εὔκλειαν, δι' ἀμφοῖν ἀναλάμψασα.

Ἄπειρον καὶ ἄφραστον, τῶν σῶν θαυμάτων τὸ πέλαγος, Πελαγία πανεύφημε· Χριστὸν γὰρ ποθήσασα, καθαρᾷ καρδίᾳ, καὶ τελειοτάτῃ, τῶν αἰκισμῶν καὶ τοῦ πυρός, καὶ τῶν βασάνων καταπεφρόνηκας· διὸ σε καρτερόψυχε, θαλαμηπόλον οὐράνιον, ὁ νυμφίος εἰργάσατο, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.