Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Εὐτύχιον θανόντα τιμῶν τοῖς λόγοις,
Ἐμαυτὸν αὐτὸς εὐτυχέστατον κρίνω.
Ψυχῇ Εὐτυχίοιο πύλῃ πόλου οἴγεται ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν εἴκοσι Μαρτύρων τῶν ἐν Περσίδι.
Ἂν ἐξαριθμῇς οὓς τὸ πῦρ Πέρσας φλέγει,
Εὕροις ἔχοντας τετράκις τὸ τρὶς δέκα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Πλατωνίδος.
Πόλου πλάτη φέρουσι τὴν Πλατωνίδα,
Ταῖς ἀρεταῖς λάμψασαν εἰς τὰ γῆς πλάτη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων τῶν ἐν Ἀσκάλωνι ἄχρις ὀσφύος χωσθέντων καὶ τελειωθέντων.
Ἀνηρότως σοι γῆ φύει καρπόν, Λόγε.
Ὁ καρπὸς ἄνδρες, ἄχρις ὀσφύος, δύο.
Ταῖς αὐτῶν ἁγίας πρεσβείας, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἄμήν.