Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων ἐξανατείλαντα, καὶ ὡς Υἱὸν ἐν κόλπῳ Πατρικῷ ἀεὶ ὄντα· αὖθις δὲ ἐπ' ἐσχάτων, ἀγκάλαις Μητρός, ὡς ἐν θρόνῳ καθήμενον, καὶ ὑπ Ἀγγέλων Ποιμένων, Μάγων τε νῦν , προσκυνούμενον ὑμνήσωμεν.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἐν Βηθλεὲμ συνελθόντες, πιστοὶ κατίδωμεν, τὸν τῶν ἁπάντων Κτίστην, κείμενον ἐν τῇ φάτνῃ, καὶ τοὺς ἐκ Χαλδαίων δῶρον καλόν, προσκομίζοντας τρίϋλον, ὡς Βασιλεῖ, ὡς Θεῷ τε καὶ δι' ἡμᾶς, τριημέρῳ ἐσομένῳ νεκρῷ.
Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ἐκ τῆς Παρθένου ἐτέχθης, ὑπὸ τὸ Σπήλαιον· καὶ στρατιαὶ Ἀγγέλων, ἐπιστᾶσαι ἐβόων· Δόξα ἐν ὑψίστοις σοὶ τῷ Θεῷ, τῷ τεχθέντι ἐν δούλου μορφῇ, καὶ ἀναπλάσαντι κόσμον ἐν τῇ γαστρί, τῆς Παρθένου καὶ ἀνάνδρου Μητρός.