Τετάρτη 26 Δεκεμβρίου 2012

ΕΤΙ ΤΩ ΛΥΘΡΩ ΣΤΑΖΟΜΕΝΩΝ

Ἔτι τῷ λύθρῳ σταζόμενον, καὶ πεφυρμένος θερμῷ, καὶ ἀτμίζοντι αἵματι, τῷ Χριστῷ παρέστηκας, θεορρῆμον Εὐθύμιε. Τῶν σῶν πληγῶν οὖν, Πάτερ τοὺς μώλωπας, ἀνθ' ἱκεσίας νῦν προτεινόμενος, τοῦτον δυσώπησον, ὑπὲρ τῶν ὑμνούντων σε, καὶ ἐκτενῶς, μάκαρ ἐξιλέωσαι, ὑπὲρ τῆς ποίμνης σου.

Δῶρα προσήνεγκας Ὅσιε, τῷ γεννηθέντι Χριστῷ, καὶ σαρκὶ νηπιάσαντι, πολιὰν αἰδέσιμον, κοσμουμένην χαρίσμασιν, Ἱεραρχίας, Πάτερ καὶ αἵματι, πεφοινιγμένην τῆς σῆς ἀθλήσεως, πίστιν ὀρθόδοξον, καὶ ἐλπίδα πρόθυμον, καὶ ἀρραγῆ, ὄντως καὶ ἀσάλευτον, ἀγάπην πάνσοφε.

Γλῶσσα κινουμένη Πνεύματι, καὶ φθεγγομένη σαφῶς, ἀληθείας διδάγματα, θεοσδότου χάριτος, τηλαυγῶς ἀποστάζουσα, τῆς εὐσεβείας λύρα θεόφθογγος· ὀρθοδοξίας κρηπὶς ἀκράδαντος, στόμα μελίρρυτον, θησαυρὸς φρονήσεως, Ἐκκλησιῶν, σάλπιγξ μεγαλόφωνος, ἐδείχθης Ὁσιε.
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐθαύμαζον βοῶσαι, καὶ λέγουσαι. Δόξα, τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.