Τετάρτη 26 Δεκεμβρίου 2012

ΔΕΥΤΕ ΑΓΑΛΛΙΑΣΩΜΕΘΑ ΤΩ ΚΥΡΙΩ

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι. Τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ Παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας·ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· Ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐκ τῆς Ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα. Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράσσετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ, φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ Ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς· ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἀγγελοι τὸν ὕμνον· οἱ οὐρανοὶ τὸν Ἀστέρα· οἱ Μάγοι τὰ δῶρα· οἱ Ποιμένες τὸ θαῦμα· ἡ Γῆ τὸ Σπήλαιον· ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεός, ἐλέησον ἡμᾶς.
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.