Ἰάσω ὑπεράγαθε τὴν ἐμήν, συντριβὴν ἐν Σταυρῷ προσπηγνύμενος, ἥλοις ποτέ, πόδας τε καὶ χεῖρας Παμβασιλεῦ, καὶ τὴν πλευρὰν νυττόμενος, ὄξος ποτιζόμενος καὶ χολήν, ἡ πάντων εὐφροσύνη, ὁ γλυκασμὸς ἡ δόξα, ἡ αἰωνία ἀπολύτρωσις.
Ὡραῖος ὑπὲρ σάπφειρον καὶ χρυσόν, φωταυγὴς ὥσπερ ἥλιος πέφυκας, θεῖε Σταυρέ, κείμενος μὲν τόπῳ περιγραπτός, καὶ νοεραῖς Δυνάμεσι, πάντοτε κυκλούμενος φανερῶς, ἀκτῖσι δὲ τῆς θείας, δυνάμεως φωτίζων, τῆς οἰκουμένης τὰ πληρώματα.
Σταυρὸς χειμαζομένων ἐστὶ λιμήν, ὁδηγὸς πλανωμένων καὶ στήριγμα, δόξα Χριστοῦ, σθένος Ἀποστόλων καὶ Προφητῶν, τῶν Ἀθλητῶν κραταίωμα, πάντων τῶν ἀνθρώπων καταφυγή, αὐτὸν ἐν μέσῳ πάντες, προκείμενον ὁρῶντες, μετ' εὐλαβείας ἀσπασώμεθα.
Ἡνίκα μέλλεις ἔρχεσθαι ἐπὶ γῆς, κρῖναι κόσμον ὃν ἔπλασας Κύριε, Ἀγγελικῶν, προπορευομένων σῶν στρατιῶν, καὶ τοῦ Σταυροῦ προλάμποντος, ὑπὲρ τὰς αὐγὰς τάς ἡλιακάς, τῇ τούτου δυναστείᾳ, οἰκτίρησόν με σῶσον, τὸν ὑπέρ πάντας βροτοὺς πταίσαντα.