Τετάρτη 1 Αυγούστου 2012

Ο ΧΡΟΝΩΝ ΕΠΕΚΕΙΝΑ, ΕΝ ΧΡΟΝΩ ΣΑΡΚΑ ΦΟΡΕΣΑΣ

Ὁ χρόνων ἐπέκεινα, ἐν χρόνῳ σάρκα φορέσας δείκνυται, καὶ τὰ χρόνια πάθη, ἡμῶν ἰᾶται δι' ἀγαθότητα, σαρκὸς ὁμοῦ τε καὶ πνεύματος, ἤδη δέ, τῷ θείῳ αὐτοῦ Σταυρῷ, καθαγιάζει ἡμᾶς.

Ὑμνοῦμεν καὶ δοξάζομεν, καὶ προσκυνοῦμεν καὶ μεγαλύνομεν, τὸ σὸν Κύριε κράτος, ὅτι παρέσχου ἡμῖν τοῖς δούλοις σου, Σταυρὸν τὸν θεῖον, τρυφὴν ἀδαπάνητον, καὶ φύλακα τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.

Μὴ δείξῃς με Κύριε, ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, κατεγνωσμένον κακοῖς, μὴ ἀπορρίψῃς ἐκ τοῦ προσώπου σου, κατῃσχυμμένον, ἀλλ' οἴκτιρον σῶσόν με, τῷ σῷ τιμίῳ Σταυρῷ, ὡς ὑπεράγαθος.

Ἐτύπου τὴν χάριν σου, Σταυρὲ γλυκαίνων Μωσῆς τὰ ὕδατα, τὰ πικρότατα ξύλῳ· καὶ γὰρ πικρίας κακῶν ἐρρύσθημεν, τῇ σῇ δυνάμει· διὸ ἡμᾶς γλύκανον, ἀσπαζομένους σε νῦν, ἐν κατανύξει ψυχῆς.